State super vias et videte et interrogate de semitis antiquis quae sit via bona et ambulate in ea et invenietis refrigerium animabus vestris

17 Aug 2022

Guarding The Way

Ἐφὺλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα.

Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπησεν ἡ ψυχὴ μου, καὶ ἐφὺλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἕν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφὺλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἕν, φησίν· Ἐφὺλαξεν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Ὁ ἁμαρτωλὸς οὐκ ἐρεῖ· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου· αἱ γὰρ ὁδοὶ τοῦ ἁμαρτωλοῦ οὐκ εἰσὶν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, ἀλλὰ μόνον αἱ τοῦ δικαίου· ἵν' οὖν καὶ αἱ ἡμέτεραι γένωνται πᾶσαι αἱ ὁδοὶ ἐναντίον τοῦ Θεοῦ, οἱ νόμοι, οἱ προφῆται. ἡ ἐπὶ πᾶσι τελεία, ἀληθινὴ καὶ ἀγαθὴ ὁδὸς, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, Χριστὸς Ἰησοῦς, εὐξώμεθα ἐν τῇ ὁδῷ μέχρι τέλους ὁδεύοντας φθάσαι πρὸς τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων διὰ Χριστοῦ Ἰησοῦ.

Εὐσέβιος ὁ Καισάρειος, Ὑπομνηματα Ἐις Τους ψαλμους, ψαλμος ΡΙΗ´

Source: Migne PG 23.1392d-1393a
My soul kept your testimonies, and loved them vehemently. 1

Not only have I loved your commandments, 2 but truly my soul vehemently loved your testimonies, and kept them. First he spoke of one thing, loving, even 'I loved your commandments,' 2 secondly 'My soul kept your testimonies,' and thirdly he joins both together: 'I have kept your commandments and testimonies, because all my ways are in your sight, O Lord.' 3 The sinner shall not say, 'All my ways are in your sight,' for the ways of the sinner are not in the sight of God, but all the ways of the righteous man, that is, the laws, and prophets, and the perfect and the true and the good are the way, for He said, 'I am the way,' 4 Jesus Christ, whom we should pray to in the way until the end, that so travelling we might come to God, even the Father of all through Jesus Christ.

Eusebius of Caesarea, Commentary on the Psalms, from Psalm 118

1 Ps 118.167
2 Ps 118. 166
3 Ps 118.168
4 Jn 14.6

No comments:

Post a Comment