| Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ ἀποθανοῦμαι , ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοί, ἀλλ᾽ ἐπ᾿ ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα. Εὐσέβιος ὁ Καισάρειος, Ὑπομνηματα Ἐις Τους Ψαλμους, Ψαλμὸς ΡΙΖ' Source: Migne PG 23.1364c |
The right hand of the Lord makes virtue, the right hand of the Lord has exalted me, the right hand of the Lord makes virtue. I shall not die but live, and I shall speak of the works of the Lord. The Lord chastened me but he did not give me over to death. 1 With these words 'The Lord chastened me,' he teaches that persecutions are not without their value but they have their use for proving amid trials. 'For I knew my weakness and I was not ignorant of the strength supplied by God, and I learnt what the right hand of God might be, that it humbled my adversaries.' Eusebius of Caesarea, Commentary on the Psalms, from Psalm 117 1 Ps 117.16-18 |
No comments:
Post a Comment