Ὅς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας· ὁ γὰρ Δαυϊδ φησι· Τοῦ ἀκοῦσαι μὲν φωνῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσια σου· καὶ ὁ Σολομῶν φησι· Ἄ εἶδον οἱ ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦσιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ὠριγένης, Ἐκλογαὶ Εἰς Παροιμίας |
He who answers before he has heard the full account is a fool and a disgrace. 1 Most useful this is against who have not received the knowledge of God, yet set themselves up as teachers of others. For David said, 'That I hear the voice of your praise, and then I will tell your wonders to others,' 2 And Solomon says, ' What your eyes have seen, tell' 3 Many indeed who have not yet started on the way of virtue not only exhort others to act rightly, but even use force and command them. Origen, On Proverbs, Fragments 1 Prov 18.13 2 Ps 15.7 3 Prov 25.8 |
No comments:
Post a Comment